Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.92 Joseph. AJ 6.95 (English) >>Joseph. AJ 6.99

6.93 δὲ ὑπισχνεῖται καὶ παρακαλέσειν τὸν θεὸν συγγνῶναι περὶ τούτων αὐτοῖς καὶ πείσειν, συνεβούλευε μέντοι δικαίους εἶναι καὶ ἀγαθοὺς καὶ μνημονεύειν ἀεὶ τῶν διὰ τὴν παράβασιν τῆς ἀρετῆς αὐτοῖς κακῶν συμπεσόντων καὶ τῶν σημείων τοῦ θεοῦ καὶ τῆς Μωυσέος νομοθεσίας, εἰ σωτηρίας αὐτοῖς καὶ τῆς μετὰ τοῦ βασιλέως εὐδαιμονίας ἐστὶν ἐπιθυμία. 6.94εἰ δὲ τούτων ἀμελήσουσιν, ἔλεγεν ἥξειν αὐτοῖς τε καὶ τῷ βασιλεῖ μεγάλην ἐκ θεοῦ πληγήν. καὶ Σαμουῆλος μὲν ταῦτα τοῖς Ἑβραίοις προφητεύσας ἀπέλυσεν αὐτοὺς ἐπὶ τὰ οἰκεῖα βεβαιώσας ἐκ δευτέρου τῷ Σαούλῳ τὴν βασιλείαν. 6.95

Οὗτος δʼ ἐπιλέξας ἐκ τοῦ πλήθους ὡς τρισχιλίους τοὺς μὲν δισχιλίους ὥστε σωματοφυλακεῖν αὐτὸν λαβὼν αὐτὸς διέτριβεν ἐν πόλει Βεθήβῳ, Ἰωνάθῃ δὲ τῷ παιδὶ τοὺς λοιποὺς δοὺς ὥστε σωματοφυλακεῖν αὐτὸν εἰς Γεβὰλ ἔπεμψεν. δʼ ἐκπολιορκεῖ τι φρούριον τῶν Παλαιστίνων οὐ πόρρω Γεβάλων. 6.96οἱ γὰρ Παλαιστῖνοι καταστρεφόμενοι τοὺς Ἰουδαίους τά τε ὅπλα αὐτοὺς ἀφῃροῦντο καὶ τοὺς ὀχυρωτάτους τῆς χώρας τόπους φρουραῖς κατελαμβάνοντο καὶ σιδηροφορεῖν χρῆσθαί τε καθάπαξ ἀπηγόρευον σιδήρῳ, καὶ διὰ ταύτην τὴν πρόρρησιν οἱ γεωργοὶ, εἴποτε δεήσειʼ αὐτοὺς ἐπισκευάσαι τι τῶν ἐργαλείων, ὕνιν δίκελλαν ἄλλο τι τῶν εἰς γεωργίαν χρησίμων, φοιτῶντες εἰς τοὺς Παλαιστίνους ταῦτα ἔπραττον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.92 Joseph. AJ 6.95 (English) >>Joseph. AJ 6.99

Powered by PhiloLogic